Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.413 Joseph. AJ 15.418 (English) >>Joseph. AJ 15.424

15.416αἱ δʼ ὀροφαὶ ξύλοις ἐξήσκηντο γλυφαῖς πολυτρόποις σχημάτων ἰδέαις, καὶ τὸ τῆς μέσης βάθος ἐπὶ μεῖζον ἠγείρετο περιδεδομημένου τοῖς ἐπιστυλίοις προμετωπιδίου τοίχου κίονας ἔχοντος ἐνδεδομημένους καὶ ξεστοῦ παντὸς ὄντος, ὡς ἄπιστα τοῖς οὐκ εἰδόσιν καὶ σὺν ἐκπλήξει θεατὰ τοῖς ἐντυγχάνουσιν εἶναι. 15.417τοιοῦτος μὲν πρῶτος περίβολος ἦν. ἐν μέσῳ δὲ ἀπέχων οὐ πολὺ δεύτερος, προσβατὸς βαθμίσιν ὀλίγαις, ὃν περιεῖχεν ἑρκίον λιθίνου δρυφάκτου γραφῇ κωλῦον εἰσιέναι τὸν ἀλλοεθνῆ θανατικῆς ἀπειλουμένης τῆς ζημίας. 15.418εἶχεν δʼ μὲν ἐντὸς περίβολος κατὰ μὲν τὸ νότιον καὶ βόρειον κλίμα τριστοίχους πυλῶνας ἀλλήλων διεστῶτας, κατὰ δὲ ἡλίου βολὰς ἕνα τὸν μέγαν, διʼ οὗ παρῄειμεν ἁγνοὶ μετὰ γυναικῶν. 15.419ἐσωτέρω δὲ κἀκείνου γυναιξὶν ἄβατον ἦν τὸ ἱερόν. ἐκείνου δʼ ἐνδοτέρω τρίτον, ὅπου τοῖς ἱερεῦσιν εἰσελθεῖν ἐξὸν ἦν μόνοις. ναὸς ἐν τούτῳ καὶ πρὸ αὐτοῦ βωμὸς ἦν, ἐφʼ οὗ τὰς θυσίας ὡλοκαυτοῦμεν τῷ θεῷ. 15.420τούτων εἰς οὐδένα τῶν τριῶν βασιλεὺς Ἡρώδης παρῆλθεν· ἐκεκώλυτο γὰρ οὐκ ὢν ἱερεύς. ἀλλὰ κἀν τοῖς ἔργοις τὰ περὶ τὰς στοὰς καὶ τοὺς ἔξω περιβόλους ἐπραγματεύετο καὶ ταῦτʼ ᾠκοδόμησεν ἔτεσιν ὀκτώ. 15.421

Τοῦ δὲ ναοῦ διὰ τῶν ἱερέων οἰκοδομηθέντος ἐνιαυτῷ καὶ μησὶν πέντε ἅπας λαὸς ἐπληρώθη χαρᾶς καὶ τοῦ τάχους πρῶτον μὲν τῷ θεῷ τὰς εὐχαριστηρίους ἐποιοῦντο, μετὰ δὲ καὶ τῆς προθυμίας τοῦ βασιλέως ἑορτάζοντες καὶ κατευφημοῦντες τὴν ἀνάκτισιν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.413 Joseph. AJ 15.418 (English) >>Joseph. AJ 15.424

Powered by PhiloLogic